Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.424
Not analysed yet
Galenus de differentia pulsuum III 6. Vol. VIII p. 672 K. οὐ μὴν οἱ τῷ λόγῳ διασκεψάμενοί τι περὶ τοῦ ἀέρος ἰατροί τε καὶ φιλόσοφοι κενὸν εἶναι παντάπασιν ὑπολαμβάνουσιν αὐτόν, ἀλλ’ οἱ μέν τινες, ὧν τῆς δόξης καὶ ἡμεῖς μετέχομεν, ἓν ὑπάρχειν σῶμα συνεχὲς ἑαυτῷ πάντῃ, μηδαμόθι κενοῦ παραπλοκὴν ἔχον, οἱ δέ τινες ἐν κενῷ πολλὰ σώματα, τὰ σμικρά, τὰ πρῶτα, προσφερόμενα προσκρούοντά τε καὶ ἀποπαλλόμενα, μὴ μέντοι περιπλεκόμενά τε καὶ συγκρινόμενα. ibid. 673. οὐδὲν γάρ ἐστιν ἐν κόσμῳ τοιοῦτον (scil. κενόν), ἀλλ’ οὐδὲ κατ’ ἐπικράτειαν. οὐδενὸς γὰρ ὑπάρχοντος ὅλως ἐν κόσμῳ κενοῦ, πῶς ἂν εἴη τι κατ’ ἐπικράτειαν κενόν; ibid 674. (pneumatici aiunt:) οὐ γὰρ εἶναι τοιαύτην (scil. κενὴν χώραν) οὐδεμίαν ἐν κόσμῳ νομίζουσιν, ἀλλ’ ἡνῶσθαι τὴν ὅλην οὐσίαν ἑαυτῇ.