# Fragmenta Logica et Physica 1.432

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.432

Alexander de anima libri mantissa p. 124, 9 Bruns (in capite ὅτι αἱ ποιότητες οὐ σώματα adversus Stoicos scripto) ἔτι εἰ σῶμα αἱ ποιότητες καὶ τὸ φῶς ποιότης καὶ, ὡς δοκεῖ αὐτοῖς, σῶμα. p. 132, 30 (in capite πρὸς τοὺς διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν ποιοῦντας, adversus Chrysippum conscripto) ἔτι εἰ τὸ φῶς σῶμα ὃν καὶ δι’ ὕδατος καὶ διὰ τῶν ἄλλων κεχωρηκέναι λέγουσιν, δῆλον ὡς, ἂν φανῇ τὸ φῶς μὴ ὃν σῶμα, κενὸς ὁ λόγος ἂν εἴη. εἰ γάρ, διότι σῶμα, ἐπέρεισις αὐτῷ γίνεται, ἂν μὴ σῶμα ᾖ, δῆλον ὅτι οὐκ ἐπερεισθήσεται. ἔτι πῶς οὐ συγκρίνεται τῇ τοῦ ὕδατος ψυχρότητι τὸ φῶς τοῦτο καὶ παύεται τοῦ φῶς εἶναι, εἴπερ διακρίσει φῶς ἐστιν. ἔτι καὶ ἐν τοῖς πάγοις ἐχρῆν ἧττον φῶς γίνεσθαι, καθάπερ καὶ ἀλέαν. τὸ γὰρ μὴ συγκρίνεσθαι τὸ πνεῦμα ὕδατος συγκρινομένου καὶ κρυστάλλου γινομένου παράλογον, εἴ γέ ἐστιν ἀὴρ διακρινόμενος τὸ φῶς. p. 138, 2 (extremo capite πρὸς τοὺς διὰ τῆς ἀποῤῥοίας τῆς ἀπ’ ἀμφοῖν τὸ ὁρᾶν λέγοντας) ἔτι καὶ κατὰ τούτους σῶμα ἔσται τὸ φῶς (sequitur caput: ὅτι μὴ σῶμα τὸ φῶς). Εἰ σῶμα τὸ φῶς, ἤτοι πῦρ ἐστι ἢ πυρὸς ἀποῤῥοή, ἣν αὐγήν τε λέγουσιν καὶ τρίτον τι πυρὸς εἶδος. p. 139, 1. ἔτι εἰ σῶμα τὸ σκότος, ὁ ἀήρ, ἐν ᾧ γίνεται τὸ φῶς, ἤτοι δι’ ὅλου σῶμα ὢν δέξεται τὸ φῶς, καὶ οὕτω σῶμα διὰ σώματος χωρήσει, ἢ ἕξει πόρους, δι’ ὧν δίεισιν τὸ φῶς. οὗτοι δὴ ἤτοι, ὅταν μὴ ᾖ φῶς, ἔσονταί τινος ἄλλου σώματος πλήρεις, ὃ τί ποτε ἐροῦσιν εἶναι, ἢ ποῦ μεθίστασθαι; δεήσει γὰρ αὐτὸ λεπτότερον ἀέρος εἶναι, ἀλλὰ καὶ τοῦ φωτὸς αὐτοῦ, εἴ γε καὶ τούτῳ ὑποχωρεῖ καὶ μεθίσταται· τί δ’ ἂν εἴη σῶμα κατ’ αὐτοὺς τοῦ φωτὸς λεπτότερον; — — εἰ δὲ οἱ τοῦ ἀέρος πόροι κενοὶ μένουσιν ὄντος σκότους, πρῶτον μὲν ἔσται κενόν τι ἐνεργείᾳ ἐν τῷ κόσμῳ κατ’ αὐτούς, ὅπερ οὐ θέλουσιν, ἔτι καὶ μανότερος ὁ ἀὴρ ἔσται τῆς νυκτός, ἅτε ἔχων ἐν αὑτῷ κενά (δοκεῖ δὲ πυκνότερος γίνεσθαι τότε), ἔτι τὸ φῶς οὐκ ἔσται διακριτικὸν καὶ λεπτυντικὸν τοῦ ἀέρος, ὡς λέγουσιν, ἀλλὰ τοὐναντίον.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
