Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.450.1
Not analysed yet
Galenus de musculorum motu I cp. 7 et 8 (K. vol. IV p. 400) (Quaerit Galenus, siquis brachium extendat atque hunc statum servet, moveantur musculi necne?) διότι μὲν γὰρ ἐνεργοῦσιν οἱ μύες διὰ τοῦτ’ αὐτοὺς κινεῖσθαι λέγομεν· διότι δ’ οὔθ’ ὅλον τὸ κῶλον οὗ μέρος εἰσίν, οὔτ’ αὐτοὶ κατὰ μόνας φαίνονται κινούμενοι, διὰ τοῦτ’ αὐτοὺς πάλιν οὐ τολμῶμεν ὁμολογεῖν κινεῖσθαι. τίνα οὖν ἄν τις λύσιν ἐφεύροι τῆς ἀπορίας; πότερον ἣν οἱ τὰς τονικὰς καλουμένας ὑποθέμενοι κινήσεις, ἤ τινα ἑτέραν βελτιόνα ——; cp. 8. καὶ δὴ ποιοῦμεν οὕτως καὶ πρῶτον μὲν ὥσπερ ἐκεῖνοι διδάσκουσιν ὁ λόγος προΐτω. Νοήσωμεν ἕλκεσθαί τι σῶμα τῶν ἀψύχων, οἷον ξύλον ἢ λίθον ὑπό του, αὖθις δ’ αὖ νοήσωμεν ὑφ’ ἑτέρου τινὸς ἐπὶ τἀναντία ταὐτὸ τοῦτο πάλιν ἀντισπᾶσθαι, κρατεῖν μέντοι τῇ ῥώμῃ τὴν προτέραν ὁλκὴν καὶ διὰ τοῦθ’ ἕπεσθαι μὲν ἐκείνῃ τὸ σῶμα, πολὺ δ’ ἧττον ἢ εἰ πρὸς μηδενὸς ἀνθείλκετο. τρίτην δὴ κατάστασιν τῷ τοιούτῳ σώματι προσφέρωμεν ὅταν ἰσοσθενῶς εἰς τἀναντία τείνηται. οὐκοῦν ἡ μὲν πρώτη κατάστασις ἐκίνησεν αὐτὸ μίαν κίνησιν ὅσην ἡ τοῦ κινοῦντος δύναμις ἠδύνατο καὶ εἰς τοσαύτην ἠνάγκασε προελθεῖν διάστασιν εἰς ὅσην οἷόν τ’ ἦν ἄγειν τὸ κινοῦν, ἡ δὲ δευτέρα τοσοῦτον ἐλάττονα τῆς πρόσθεν τὴν διάστασιν ἀπέδειξεν, ὅσον θάτερον τῶν κινούντων εἰς τοὐναντίον ἀπέσπασε τὸ κινούμενον. ἡ δὲ τρίτη κατάστασις, ὅσον ἡ ἑτέρα τῶν κινήσεων εἷλκε πρόσω τοσοῦτον ἀντισπώσης εἰς τοὐπίσω τῆς ἑτέρας, ἐν ταὐτῷ τόπῳ τὸ σῶμα μένειν ἠνάγκασεν, οὐχ ὡς τὸ παντελῶς ἀκίνητον· μένει γὰρ καὶ τοῦτ’ ἐν ταὐτῷ διὰ παντὸς ἀλλ’ οὐχ ὁμοίως ἐκείνῳ· τὸ μὲν γὰρ ὅτι μηδ’ ὅλως κινεῖται, τὸ δὲ ὅτι διττῶς, ὥσπερ καὶ ὁ πρὸς ῥοῦν ποταμῶν νήχων ἐναντίως. καὶ γὰρ οὗτος ἐὰν ἰσοσθενὴς ᾖ τῇ τοῦ ῥοῦ σφοδρότητι κατὰ τὸν αὐτὸν ἀεὶ διαμένει τόπον, οὐχ ὡς μηδ’ ὅλως κινούμενος, ἀλλ’ ὅτι πρόσω τοσοῦτον ὑπὸ τῆς οἰκείας διαφέρεται κινήσεως ὅσον ὑπὸ τῆς ἔξωθεν ὀπίσω φέρεται. οὐδὲν δὲ χεῖρον οὕτω ἀσαφὲς πρᾶγμα διὰ πλειόνων ἐξετάζεσθαι παραδειγμάτων. ἔστω τις ὑψηλὸς ὄρνις ἐν ταὐτῷ τόπῳ φαινόμενος μένειν. πότερον ἀκίνητον εἶναι τοῦτον λεκτέον, ὥσπερ εἰ καὶ κρεμάμενος ἄνωθεν ἔτυχεν, ἢ κινεῖσθαι τὴν ἐπὶ τὰ ἄνω κίνησιν εἰς τοσοῦτον εἰς ὅσον ἤγαγεν αὐτὸν κάτω τὸ τοῦ σώματος βάρος; ἐμοὶ μὲν τοῦτο ἀληθέστερον εἶναι δοκεῖ. στερήσας γοῦν αὐτὸν τῆς ψυχῆς ἢ τοῦ τῶν μυῶν τόνου ταχέως ἐπὶ τὴν γῆν ὄψει καταφερόμενον· ᾧ δῆλον ὅτι τὴν σύμφυτον τῷ τοῦ σώματος βάρει κάτω ῥοπὴν εἰς ἴσον ἀντεσήκου τῇ κατὰ τὸν τῆς ψυχῆς τόνον ἄνω φορᾷ. πότερον οὖν ἐν ταῖς τοιαύταις ἁπάσαις καταστάσεσι ποτὲ μὲν κάτω ποτὲ δὲ ἄνω τὸ σῶμα φέρεται τἀναντία πάσχον ἐν μέρει, διὰ δὲ τὸ ταχείας τε καὶ ὀξυῤῥόπους γίνεσθαι τὰς μεταβολὰς καὶ κατὰ βραχυτάτων διαστημάτων φέρεσθαι τὰς κινήσεις ἐν ταὐτῷ φαίνεται τόπῳ μένειν ἢ ὄντως ἕνα διὰ παντὸς τοῦ χρόνου κατέχει τόπον, οὐ τοῦ παρόντος καιροῦ διελθεῖν· ἐν γὰρ τοῖς φυσικοῖς περὶ κινήσεως λόγοις τὰ τοιαῦτα ἐρευνᾶσθαι δικαιότερον· ἀλλ’ ἀρκεῖ πρὸς τὰ παρόντα τοῦτο ἐξευρῆσθαι τὸ γίγνεσθαί τι καὶ τοιοῦτον εἶδος ἐνεργείας ὃ καλεῖν μὲν εἴτε τονικὸν εἴτ’ ἄλλως ὡς ἂν ἐθέλῃς οὐ διοίσει. Cf. de tremore, palpitatione, convulsione 4 Vol. VII p. 589 K.