# Fragmenta Logica et Physica 1.458.1

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.458.1

Philo Leg. Alleg. II § 22 Vol. I p. 95, 8 Wendl. ὁ νοῦς — — πολλὰς ἔχει δυνάμεις, ἑκτικήν, φυτικήν, ψυχικήν, λογικήν, διανοητικήν, ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. Ἡ μὲν ἕξις κοινὴ καὶ τῶν ἀψύχων ἐστί, λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. Ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά. καὶ ἐν ἡμῖν δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἐστὶ δὲ ἡ φύσις ἕξις ἤδη κινουμένη. Ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν. αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν. Ἔχεῖ δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ· πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δέ, ὡς ἐν θνητοῖς, ἀνθρώπου. αὕτη δὲ διττή. ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν, νοῦ μετέχοντες· ἡ δὲ καθ’ ἣν διαλεγόμεθα. Philo Quod deus sit immut. § 35 Vol. II p. 64, 1 Wendl. Τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ καὶ λογικῇ ψυχῇ. Λίθων μὲν οὖν καὶ ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν εἰργάζετο. ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό. Ἄρχεται μὲν γὰρ ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ πρῶτον ὡρμήθη. Ἕξεως ὁ συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἀπάντων κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται. Τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς, κερασάμενος αὐτὴν ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς. (de his tribus δυνάμεσιν plura enarrantur) — — § 41. Ψυχὴν δὲ φύσεως τρισὶ διαλλάττουσαν ὁ ποιῶν ἐποίει αἰσθήσει, φαντασίᾳ, ὁρμῇ. Τὰ μὲν γὰρ φυτὰ ἀόρμητα, ἀφάνταστα, αἰσθήσεως ἀμέτοχα, τῶν δὲ ζῴων ἕκαστον ἀθρόων μετέχει τῶν εἰρημένων. Αἴσθησις μὲν οὖν, ὡς αὐτό που δηλοῖ τοὔνομα, εἴσθεσίς τις οὖσα, τὰ φανέντα ἐπεισφέρει τῷ νῷ. Τούτῳ γὰρ ἐπειδὴ μέγιστόν ἐστι ταμιεῖον καὶ πανδεχές, πάνθ’ ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητικῶν ὀργάνων ἐντίθεται καὶ ἐναποθησαυρίζεται. Φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ· ἃ γὰρ εἰσήγαγεν ἑκάστη τῶν αἰσθήσεων, ὥσπερ δακτύλιός τις ἢ σφραγὶς ἐναπεμάξατο τὸν οἰκεῖον χαρακτῆρα. Κηρῷ δὲ ἐοικὼς ὁ νοῦς, τὸ ἐκμαγεῖον δεξάμενος ἄκρως παρ’ ἑαυτῷ φυλάττει, μέχρις ἂν ἡ ἀντίπαλος μνήμης τὸν τύπον λεάνασα λήθη ἀμυδρὸν ἐργάσηται ἢ παντελῶς ἀφανίσῃ. Τὸ δὲ φανὲν καὶ τυπῶσαν τότε μὲν οἰκείως, τότε δὲ ὡς ἑτέρως διέθηκε τὴν ψυχήν. Τοῦτο δ’ αὐτῆς τὸ πάθος ὁρμὴ καλεῖται, ἣν ὁριζόμενοι πρώτην ἔφασαν εἶναι ψυχῆς κίνησιν. Τοσούτοις μὲν δὴ ζῷα προὔχει φυτῶν. ἴδωμεν δὲ τίνι τῶν ἄλλων ζῴων ὑπερβέβληκεν ἄνθρωπος. Ἐξαίρετον οὗτος τοίνυν γέρας ἔλαχε διάνοιαν, ᾗ τὰς ἀπάντων φύσεις, σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἴωθε καταλαμβάνειν. Καθάπερ γὰρ ἐν μὲν τῷ σώματι τὸ ἡγεμονικὸν ὄψις ἐστίν, ἐν δὲ τῷ παντὶ ἡ τοῦ φωτὸς φύσις, τὸν αὐτὸν τρόπον καὶ τῶν ἐν ἡμῖν τὸ κρατιστεῦον ὁ νοῦς. Ψυχῆς γὰρ ὄψις οὗτος, οἰκείαις περιλαμπόμενος αὐγαῖς, δι’ ὧν ὁ πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
