Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.467
Not analysed yet
Simplicius in Aristot. Phys. p. 530, 9 Diels. τὸ δὲ σῶμα διὰ σώματος χωρεῖν οἱ μὲν ἀρχαῖοι ὡς ἐναργὲς ἄτοπον ἐλάμβανον, οἱ δὲ ἀπὸ τῆς Στοᾶς ὕστερον προσήκαντο ὡς ἀκολουθοῦν ταῖς σφῶν αὐτῶν ὑποθέσεσιν, ἃς ἐνόμιζον παντὶ τρόπῳ δεῖν κυροῦν· σώματα γὰρ πάντα λέγειν δοκοῦντες, καὶ τὰς ποιότητας καὶ τὴν ψυχήν, καὶ διὰ παντὸς ὁρῶντες τοῦ σώματος καὶ τὴν ψυχὴν χωροῦσαν καὶ τὰς ποιότητας, ἐν ταῖς κράσεσι συνεχώρουν σῶμα διὰ σώματος χωρεῖν. 22. οὐδὲ γὰρ αἰτιῶνται κενὰ οἱ δι’ ἀλλήλων λέγοντες χωρεῖν.