Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.470
Not analysed yet
Alexander Aphrod. de mixtione p. 216, 1 Bruns. μετέλθωμεν δὲ ἐπὶ τοὺς κοινῶς ἡνῶσθαι τὴν ὕλην λέγοντας καὶ μίαν πᾶσι τοῖς γινομένοις καὶ τὴν αὐτὴν ὑποθέ⟨ν⟩τας ——τῶν δὴ ἡνῶσθαι τὴν ὕλην λεγόντων δοκοῦσι μάλιστά τε καὶ περὶ κράσεως οἱ ἀπὸ τῆς Στοᾶς περὶ κράσεως διαλαμβάνειν. οὔσης δὲ καὶ ἐν τούτοις πολυφωνίας (ἄλλοι γὰρ ἄλλως αὐτῶν τὰς κράσεις γίνεσθαι λέγουσιν) ἡ μάλιστα δοκοῦσα δόξα εὐδοκιμεῖν παρ’ αὐτοῖς περὶ κράσεως ἐστιν ἡ ὑπὸ Χρυσίππου λεγομένη. τῶν γὰρ μετ’ αὐτὸν οἱ μὲν Χρυσίππῳ συμφέρονται, οἱ δέ τινες αὐτῶν, τῆς Ἀριστοτέλους δόξης ὕστερον ἀκοῦσαι δυνηθέντες, πολλὰ τῶν εἰρημένων ὑπ’ ἐκείνου περὶ κράσεως καὶ αὐτοὶ λέγουσιν, ὧν εἷς ἐστι καὶ Σωσιγένης, ἑταῖρος Ἀντιπάτρου, οἷς οὐ δυνάμενοι πάντη συμφέρεσθαι διὰ τὴν ἐν τοῖς ἄλλοις διαφωνίαν ἐν πολλοῖς αὑτοῖς λέγοντες εὑρίσκονται μαχόμενα.