# Fragmenta Logica et Physica 1.500

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.500

Simplicius in Aristot. categ. f 210B. ed. Bas. οἱ μέντοι Στωϊκοὶ διαφέρειν ἀλλήλων ἡγοῦνται τὸ μένειν, τὸ ἠρεμεῖν, τὸ ἡσυχάζειν, τὸ ἀκινητεῖν, τὸ ἀκινητίζειν· μένειν γὰρ ἂν ῥηθῆναι ⟨οὐ⟩ πρὸς ἕνα χρόνον, ἀλλὰ πρὸς τὸν ἐνεστῶτα καὶ μέλλοντα· μένειν γὰρ λέγομεν τὸ κατέχον τὸν αὐτὸν τόπον καὶ καθέξον. τὸ γὰρ κατεσχηκὸς μενενηκέναι λέγομεν. χρώμεθα δέ, φασι, καὶ ἐπὶ τοῦ μὴ κινεῖσθαι τῷ μένειν, ὥστε καταχρηστικῶς εἰπεῖν ἄν τινα καὶ ἐπὶ τῶν ἀσωμάτων τὸ μένειν ἀντὶ τοῦ μὴ κινεῖσθαι. κοινὸν μὲν οὖν πάντων σωμάτων τὸ μένειν, τὸ δὲ ἡρεμεῖν καὶ ἡσυχάζειν, φησί, μήποτε ζῴων εἰσὶ συμπτώματα· λίθος γὰρ οὐκ ἠρεμεῖ. ζῴων δὲ καὶ τὸ ἡσυχάζειν. τὸ ἀκινητεῖν καὶ ἀκινητίζειν ἐπὶ τῶν σωμάτων λέγεται, ἃ πέφυκε μὴ κινεῖσθαι, ἀντὶ τοῦ μὴ κινεῖσθαι δὲ λέγεται.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
