Ancient Greek · ~9 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.501
Not analysed yet
Sextus adv. math. X 7. εἴπερ οὖν ἔστιν ἄνω καὶ κάτω καὶ εἰς τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω, ἔστι τις τόπος· μέρη γάρ εἰσιν αἱ ἓξ αὗται παρατάσεις τοῦ τόπου, καὶ ἀδύνατόν ἐστί τινος τῶν μερῶν ὑπαρχόντων μὴ οὐχὶ κἀκεῖνο ὑπάρχειν οὗ ἐστὶ τὰ μέρη. ἔστι δέ γε ἐν τῇ φύσει τῶν πραγμάτων ἄνω καὶ κάτω καὶ εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω· ἔστιν ἄρα τόπος. οὐ μὴν ἀλλ’ εἰ ὅπου ἦν Σωκράτης, νῦν ἐστὶν ἄλλος, οἷον Πλάτων ἀποθανόντος Σωκράτους, ἔστιν ἄρα τόπος. ὡς γὰρ τοῦ ἐν τῷ ἀμφορεῖ ὑγροῦ ἐκκενωθέντος καὶ ἄλλου ἐπεγχυθέντος λέγομεν ὑπάρχειν τὸν ἀμφορέα τόπον ὄντα καὶ τοῦ προτέρου καὶ τοῦ ὕστερον ἐπεμβληθέντος ὑγροῦ, οὕτως εἰ ὃν τόπον κατεῖχε Σωκράτης ὅτ’ ἔζη, τοῦτον ἕτερος νῦν κατέχει, ἔστι τις τόπος. καὶ ἄλλως εἰ ἔστι τι σῶμα, καὶ τόπος ἐστίν· ⟨σῶμα γάρ ἐστι τὸ κατέχον τόπον⟩· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. πρὸς τούτοις εἰ ὅπου τὸ κοῦφον φύσει φέρεται, ἐκεῖ τὸ βαρὺ φύσει οὐ φέρεται, ἔστιν ἴδιος τοῦ κούφου καὶ τοῦ βαρέος τόπος· ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. τὸ γέ τοι πῦρ, φύσει κοῦφον καθεστώς, ἀνώφορόν ἐστι, καὶ τὸ ὕδωρ, φύσει βαρὺ τυγχάνον, κάτω βρίθει, καὶ οὔτε τὸ πῦρ κάτω φέρεται οὔτε τὸ ὕδωρ ἄνω ἄττει. ἔστιν ἄρα ἴδιος τοῦ φύσει κούφου καὶ τοῦ φύσει βαρέος τόπος. ὥσπερ τε εἰ τὸ ἐξ οὗ γίγνεται ἔστι, καὶ τὸ ὑφ’ οὗ τι γίγνεται καὶ τὸ δι’ ὅ, οὕτως ὑπάρχοι ἂν καὶ τὸ ἐν ᾧ τι γίγνεται· ἔστι δὲ τὸ ἐξ οὗ τι γίγνεται, οἷον ὕλη, καὶ τὸ ὑφ’ οὗ, οἷον τὸ αἴτιον, καὶ τὸ δι’ ὅ, καθάπερ τὸ τέλος· ἔστιν ἄρα καὶ τὸ ἐν ᾧ τι γίγνεται, τουτέστιν ὁ τόπος. οἱʹ τε παλαοὶ καὶ τὰ ὅλα διακοσμήσαντες ἀρχὴν τῶν πάντων ὑπέθεντο τόπον, κἀντεῦθεν ὁρμηθεὶς ὁ Ἡσίοδος ἀνεφώνησεν· (Theog. 116 sq.) ἤτοι μὲν πρώτιστα χάος γένετʼ, αὐτὰρ ἔπειτα γαῖ’ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, χάος λέγων τὸν χωρητικὸν τῶν ὅλων τόπον· μὴ ὑποκειμένου γὰρ τούτου οὔτε γῆ οὔτε ὕδωρ οὔτε τὰ λοιπὰ τῶν στοιχείων, οὐχ ὁ σύμπας κόσμος ἐδύνατο συστῆναι. κἂν κατ’ ἐπίνοιαν δὲ ἅπαντα ἀνέλωμεν, ὁ τόπος οὐκ ἀναιρεθήσεται ἐν ἦν τὰ πάντα, ἀλλ’ ὑπομένει, τὰς τρεῖς ἔχων διαστάσεις, μῆκος βάθος πλάτος, χωρὶς ἀντιτυπίας· τοῦτο γὰρ ἴδιον ἦν σώματος.