Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.503
Not analysed yet
Stobaeus Eclogae I p. 161, 8 W. Χρυσίππου. Τόπον δ’ εἶναι ὁ Χρύσιππος ἀπεφαίνετο τὸ κατεχόμενον δι’ ὅλου ὑπὸ ὄντος ἢ τὸ οἷόν ⟨τε⟩ κατέχεσθαι ὑπὸ ὄντος καὶ δι’ ὅλου κατεχόμενον εἴτε ὑπὸ τινὸς ⟨εἴτε⟩ ὑπὸ τινῶν. Ἐὰν δὲ τοῦ οἵου τε κατέχεσθαι ὑπὸ ὄντος τὶ μὲν κατέχηται, τὶ δὲ μή, τὸ ὅλον ⟨οὕτε⟩ κενὸν ἔσεσθαι οὔτε τόπον, ἕτερον δέ τι οὐκ ὠνομασμένον· τὸ μὲν γὰρ κενὸν τοῖς κενοῖς ἀγγείοις λέγεσθαι παραπλησίως, τὸν δὲ τόπον τοῖς πλήρεσι· χώραν δὲ πότερον τὸ μεῖζον οἷόντε κατέχεσθαι ὑπὸ ὄντος καὶ οἷον μεῖζον ἀγγεῖον σώματος ἢ τὸ χωροῦν μεῖζον σῶμα; Τὸ μὲν οὖν κενὸν ἄπειρον εἶναι λέγεσθαι· τὸ γὰρ ἐκτὸς τοῦ κόσμου τοιοῦτ’ εἶναι, τὸν δὲ τόπον πεπερασμένον διὰ τὸ μηδὲν σῶμα ἄπειρον εἶναι. Καθάπερ δὲ τὸ σωματικὸν πεπερασμένον εἶναι, οὕτως τὸ ἀσώματον ἄπειρον, ὅ τε γὰρ χρόνος ἄπειρος καὶ τὸ κενόν. Ὥσπερ γὰρ τὸ μηδὲν οὐδέν ἐστι πέρας, οὕτως οὐδὲ τοῦ μηδενός, οἷόν ἐστι τὸ κενόν. Κατὰ γὰρ τὴν αὑτοῦ ὑπόστασιν ἄπειρόν ἐστι· περατοῦται δ' αὖ τοῦτο ἐκπληρούμενον· τοῦ δὲ πληροῦντος ἀρθέντος οὐκ ἔστιν αὐτοῦ νοῆσαι πέρας (Diels Arii Didymi Epit. phys. frgm. 25).