Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.508
Not analysed yet
Simplicius in Aristot. Phys. p. 571, 22. ἢ γὰρ τὸ εἶδος τοῦ ἐν τόπῳ ἢ τὴν ὕλην αὐτοῦ ἢ τὸ διάστημα τὸ μεταξὺ τῶν ἐσχάτων τοῦ περιέχοντος τὸν τόπον ἀνάγκη εἶναι (ὅ τινες καὶ τῶν προτέρων ὡς οἱ περὶ Δημόκριτον καὶ τῶν ὑστέρων ὡς οἱ περὶ Ἐπίκουρον καὶ οἱ Στωϊκοί, τινὲς δὲ καὶ κατὰ Πλάτωνα τοῦτο τὸν τόπον εἶναι ἐνόμισαν) ἢ τὰ ἔσχατα τοῦ περιέχοντος. ——τὸ δὲ διάστημα τοῦτο οἱ μὲν περὶ Δημόκριτον καὶ Ἐπίκουρον κενὸν εἶναι λέγουσιν οὕτως ὥστε ποτὲ μὲν πληροῦσθαι σώματος ποτὲ δὲ καὶ κενὸν ἀπολείπεσθαι, οἱ δὲ Πλατωνικοὶ καὶ οἱ Στωϊκοὶ εἶναι μὲν ἄλλο παρὰ τὰ σώματά φασιν, ἀεὶ δὲ σῶμα ἔχειν, ὡς μηδέποτε κενὸν ἀπολείπεσθαι.