Ancient Greek · ~9 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.527
Not analysed yet
Stobaeus Eclogae l. p. 184, 8 W. Χρυσίππου. Κόσμον δ’ εἷναί φησιν ὁ Χρύσιππος σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων· ἢ τὸ ἐκ θεῶν καὶ ἀνθρώπων σύστημα καὶ ἐκ τῶν ἕνεκα τούτων γεγονότων. Λέγεται δ’ ἐτέρως κόσμος ὁ θεός, καθ’ ὃν ἡ διακόσμησις γίνεται καὶ τελειοῦται. Τοῦ δὲ κατὰ τὴν διακόσμησιν λεγομένου κόσμου τὸ μὲν εἶναι περιφερόμενον περὶ τὸ μέσον, τὸ δ’ ὑπομένον· περιφερόμενον μὲν τὸν αἰθέρα, ὑπομένον δὲ τὴν γῆν καὶ τὰ ἐπ’ αὐτῆς ὑγρὰ καὶ τὸν ἀέρα. Τὸ γὰρ τῆς πάσης οὐσίας πυκνότατον ὑπέρεισμα πάντων εἶναι κατὰ φύσιν, ὅνπερ τρόπον ἐν ζώῳ τὰ ὀστέα, τοῦτο δὲ καλεῖσθαι γῆν. Περὶ δὲ ταύτην τὸ ὕδωρ περικεχύσθαι σφαιρικῶς, ὁμαλωτέραν τὴν ἰσχὺν διειληχός. Τῆς γὰρ γῆς ἐξοχάς τινας ἐχούσης ἀνωμάλους διὰ τοῦ ὕδατος εἰς ὕψος ἀνηκούσας, ταύτας δὴ νήσους καλεῖσθαι· τούτων δὲ τὰς ἐπὶ πλεῖον διηκούσας ἠπείρους προσηγορεῦσθαι ὑπ’ ἀγνοίας τοῦ περιέχεσθαι καὶ ταύτας πελάγεσι μεγάλοις. Ἀπὸ δὲ τοῦ ὕδατος τὸν ἀέρα ἐξῆφθαι καθάπερ ἐξατμισθέντα, καὶ περικεχύσθαι σφαιρικῶς· ἐκ δὲ τούτου τὸν αἰθέρα ἀραιότατον ὄντα καὶ εἰλικρινέστατον. Τὸν μὲν οὖν κατὰ τὴν διακόσμησιν λεγόμενον κόσμον εἰς ταύτας διακεκρίσθαι τὰς φύσεις· τὸ δὲ περιφερόμενον αὐτῷ ἐγκυκλίως αἰθέρα εἶναι, ἐν ᾧ τὰ ἄστρα καθίδρυται, τά τε ἀπλανῆ καὶ τὰ πλανώμενα, θεῖα τὴν φύσιν ὄντα καὶ ἔμψυχα καὶ διοικούμενα κατὰ τὴν πρόνοιαν. Τῶν μὲν οὖν ἀπλανῶν ἀστέρων ἀκατάληπτον εἶναι τὸ πλῆθος, τὰ δὲ πλανώμενα ἑπτὰ τὸν ἀριθμὸν εἶναι, πάντα δὲ τὰ πλανώμενα ταπεινότερα τῶν ἀπλανῶν. Τετάχθαι δὲ τὰ μὲν ἀπλανῆ ἐπὶ μιᾶς ἐπιφανείας, ὡς καὶ ὁρᾶται. τὰ δὲ πλανώμενα ἐπ’ ἄλλης καὶ ἄλλης σφαίρας· περιέχεσθαι δὲ πάσας τὰς τῶν πλανωμένων ὑπὸ τῆς τῶν ἀπλανῶν σφαίρας. Τῶν δὲ πλανωμένων ὑψηλοτάτην εἶναι μετὰ τὴν ⟨τῶν⟩ ἀπλανῶν τὴν τοῦ Κρόνου, μετὰ δὲ ταύτην τὴν τοῦ Διός, εἶτα τὴν τοῦ Ἄρεος, ἐφεξῆς δὲ τὴν τοῦ Ἑρμοῦ καὶ μετ’ αὐτὴν τὴν τῆς Ἀφροδίτης, εἶτα τὴν τοῦ ἡλίου, ἐπὶ πᾶσι δὲ τὴν τῆς σελήνης, πλησιάζουσαν τῷ ἀέρι. Διὸ καὶ ἀερωδεστέραν φαίνεσθαι καὶ μάλιστα διατείνειν τὴν ἀπ’ αὐτῆς δύναμιν εἰς τὰ περίγεια. Ὑπὸ δὲ τὴν σελήνην τὴν τοῦ ὑπ’ αὐτοῦ φερομένου ἀέρος, εἶτα τὴν ⟨τοῦ⟩ ὕδατος, τελευταίαν δὲ τὴν τῆς γῆς, περὶ τὸ μέσον σημεῖον τοῦ κόσμου κειμένης, ὃ δὴ τοῦ παντός ἐστι κάτω, ἄνω δὲ τὸ ἀπ’ αὐτοῦ εἰς τὸ κύκλῳ πάντῃ (Diels Arii Didymi Epit. phys. frgm. 31).