Ancient Greek
1.529 to 1.531
Chrysippus, Fragmenta Logica et Physica 1.529-531
Not analysed yet
Cleomedes Circul. doctr. I cp 1 p. 1 Dake. Τοῦ κόσμου πολλαχῶς λεγομένου ὁ νῦν ἡμῖν λόγος ἐνεστηκὼς περὶ τοῦ κατὰ τὴν διακόσμησίν ἐστιν· ὃν ὁρίζονται οὕτω. Κόσμος ἐστὶ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων. Οὗτος δὲ πάντα μὲν τὰ σώματα ἐμπεριέχει, οὐδενὸς ἁπλῶς ἐκτὸς αὐτοῦ ὑπάρχοντος, ὡς ἐν ἑτέροις δείκνυται. Aëtius Plac. I 5, 1 G. 32 E. XV 33. Οἰ μὲν οὖν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν. Diogenes Laërt. VII 143. ὅτι τε εἷς ἐστι (scil. ὁ κόσμος) Ζήνων τέ φησιν ἐν τῷ περὶ τοῦ ὅλου καὶ Χρύσιππος.