Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.54
Not analysed yet
Aëtii plac. IV. 12, 1 (DDG p. 401, 14). Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα. Gal. hist. philos. 98. cf. Nemesius p. 171-73 ed. Matth. Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γιγνόμενον, ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός· οἷον ἐπειδὰν δι’ ὄψεως θεωρῶμεν τὸ λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν τῇ ψυχῇ. καὶ ⟨κατὰ⟩ τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς· ὁμοίως καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως. -Εἴρηται δὲ ἡ φαντασία ἀπὸ τοῦ φωτός· καθάπερ γὰρ τὸ φῶς αὑτὸ δείκνυσι καὶ τὰ ἄλλα τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ ἡ φαντασία δείκνυσιν ἑαυτὴν καὶ τὸ πεποιηκὸς αὐτήν. Φανταστὸν δὲ τὸ ποιοῦν τὴν φαντασίαν· οἷον τὸ λευκὸν καὶ τὸ ψυχρὸν καὶ πᾶν ὅ, τι ἂν δύνηται κινεῖν τὴν ψυχήν, τοῦτ’ ἔστι φανταστόν. Φανταστικὸν δέ ἐστι διάκενος ἑλκυσμός, πάθος ἐν τῇ ψυχῇ ἀπ’ οὐδενὸς φανταστοῦ γινόμενον καθάπερ ἐπὶ τοῦ σκιαμαχοῦντος καὶ κενοῖς ἐπιφέροντος τὰς χεῖρας· τῇ γὰρ φαντασίᾳ ὑπόκειταί τι φανταστόν, τῷ δὲ φανταστικῷ οὐδέν. Φάντασμα δέ ἐστιν ἐφ’ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν διά. κενον ἑλκυσμόν· ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων καὶ μεμηνότων· ὁ γοῦν τραγικὸς Ὀρέστης ὅταν λέγῃ (Eur. Or. 255sq.) · ὦ μῆτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας· αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου, λέγει μὲν αὐτὰ ὡς μεμηνώς, ὁρᾷ δὲ οὐδέν, ἀλλὰ δοκεῖ μόνον· διὸ καί φησιν αὐτῷ Ἠλέκτρα· μένʼ, ὧ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις, ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι, ὡς καὶ παρ’ Ὁμήρῳ Θεοκλύμενος (Od. v 350).