Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.540
Not analysed yet
Cleomedes Circul. doctr. 1 cp. 1 p. 7 Bake. Λέγεται κἀκεῖνο ὑπ’ αὐτῶν (scil. a Peripateticis) ὡς εἰ ἦν ἔξω τοῦ κόσμου κενόν, χεομένη δι’ αὐτοῦ ἡ οὐσία, ἐπ’ ἄπειρον διεσκεδάσθη ἂν καὶ διεσκορπίσθη Ἀλλά, φήσομεν, ὡς μηδὲ τοῦτο δύναται παθεῖν· ἕξιν γὰρ ἔχει τὴν συνέχουσαν αὐτὴν καὶ συντηροῦσαν. Καὶ τὸ μὲν περιέχον αὐτὴν κενὸν οὐδὲν ποιεῖ. αὐτὴ δ’ ὑπερβαλλούσῃ δυνάμει χρωμένη συντηρεῖ ἑαυτήν, συστελλομένη τε καὶ πάλιν χεομένη ἐν αὐτῷ κατὰ τὰς φυσικὰς αὑτῆς μεταβολάς, ἄλλοτε μὲν εἰς πῦρ χεομένη, ἄλλοτε δὲ καὶ ἐπὶ κοσμογονίαν ὁρμῶσα.