Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.546
Not analysed yet
Cleomedes Circul. doctr. I cp. 1 p. 5 Bake. Τοιοῦτον δὲ ὑπάρχον τὸ κενόν, ἐν μὲν τῷ κόσμῳ οὐδὲ ὅλως ἔστι. Δῆλον δὲ ἐκ τῶν φαινομένων. Εἰ γὰρ μὴ δι’ ὅλου συμφυὴς ὑπῆρχεν ἡ τῶν ὅλων οὐσία, οὔτ’ ἂν ὑπὸ φύσεως οἷόντ’ ἦν συνέχεσθαι καὶ διοικεῖσθαι τὸν κόσμον, οὔτε τῶν μερῶν αὐτοῦ συμπάθειά τις ἂν ἦν πρὸς ἄλληλα· οὔτε μὴ ὑφ’ ἑνὸς τόνου συνεχομένου αὐτοῦ καὶ τοῦ πνεύματος μὴ δι’ ὅλου ὄντος συμφυοῦς, οἷόντ’ ἂν ἦν ἡμῖν ὁρᾶν ἢ ἀκούειν. Μεταξὺ γὰρ ὄντων κενωμάτων ἐνεποδίζοντο ἂν ὑπ’ αὐτῶν αἱ αἰσθήσεις.