Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.554
Not analysed yet
Achilles Isagoge 9 p. 131 in Petav. Uranol. Δόγμα ἐστὶ τῶν Στωϊκῶν καὶ μαθηματικῶν, μένειν τὸν κόσμον. τὸ μέντοι δόγμα διὰ τοιούτων κατασκευάζεται. εἰ ὁ κόσμος κενῷ ἐν ἀπείρῳ ὑπάρχων κάτω ἐφέρετο, οὐκ ἂν ὄμβροι κατελάμβανον τὴν γῆν· καταλαμβάνουσι δέ· οὐκ ἄρα φέρεται ὁ κόσμος, ἀλλὰ ἕστηκε. -καὶ πάλιν οἱ ἄνεμοι ἄλλοι μὲν ἀπὸ τῆς γῆς εἰς ἀέρα, ἄλλοι δὲ ἐπὶ τὰ κάτω εἰσὶ καταβαλλόμενοι· εἰ δὲ οὐ ****οὐκ ἄρα φέρεται ὁ κόσμος. -φασὶ δὲ μένειν τὸν κόσμον ἐν ἀπείρῳ κενῷ διὰ τὴν ἐπὶ τὸ μέσον φοράν· ἐπεὶ πάντα αὐτοῦ τὰ μέρη ἐπὶ τὸ μέσον νένευκε. μέρη δέ ἐστιν αὐτοῦ γῆ, ὕδωρ, ἀήρ, πῦρ, ἃ πάντα νεύει ἐπὶ τὸ μέσον· διὰ τοῦτο οὖν οὐδαμοῦ ῥέπει ὁ κόσμος.