Ancient Greek · ~10 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.56
Not analysed yet
Sextus Emp. adv. math. VII 227. ἀπολειπομένης δ’ ἔτι τῆς στωϊκῆς δόξης παρακειμένως καὶ περὶ ταύτης λέγωμεν. κριτήριον τοίνυν φασὶν ἀληθείας εἶναι οἱ ἄνδρες οὗτοι τὴν καταληπτικὴν φαντασίαν. ταύτην δ’ εἰσόμεθα, πρότερον γνόντες τί ποτέ ἐστι κατ’ αὐτοὺς ἡ φαντασία καὶ τίνες ἐπ’ εἴδους ταύτης διαφοραί. φαντασία οὖν ἐστὶ κατ’ αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ διέστησαν· Κλεάνθης μὲν γὰρ ἤκουσε τὴν τύπωσιν κατὰ εἰσοχήν τε καὶ ἐξοχήν, ὥσπερ καὶ διὰ τῶν δακτυλίων γινομένην τοῦ κηροῦ τύπωσιν. Χρύσιππος δὲ ἄτοπον ἡγεῖτο τὸ τοιοῦτο. πρῶτον μὲν γάρ, φησι, τῆς διανοίας δεήσει ὑφ’ ἕν ποτε τρίγωνόν τι καὶ τετράγωνον φαντασιουμένης τὸ αὐτὸ σῶμα κατὰ τὸν αὐτὸν χρόνον διαφέροντα ἔχειν περὶ αὑτῷ σχήματα ἅμα τε τρίγωνον καὶ τετράγωνον γίνεσθαι ἢ καὶ περιφερές, ὅπερ ἐστὶν ἄτοπον· εἶτα πολλῶν ἅμα φαντασιῶν ὑφισταμένων ἐν ἡμῖν παμπληθεῖς καὶ τοὺς σχηματισμοὺς ἕξειν τὴν ψυχήν, ὃ τοῦ προτέρου χεῖρόν ἐστιν. αὐτὸς οὖν τὴν τύπωσιν εἰρῆσθαι ὑπὸ τοῦ Ζήνωνος ὑπενόει ἀντὶ τῆς ἑτεροιώσεως, ὥστ’ εἶναι τοιοῦτον τὸν λόγον φαντασία ἐστὶν ἑτεροίωσις ψυχῆς μηκέτι ἀτόπου ὄντος ⟨τοῦ⟩ τὸ αὐτὸ σῶμα ὑφ’ ἔνα καὶ τὸν αὐτὸν χρόνον, πολλῶν περὶ ἡμᾶς συνισταμένων φαντασιῶν, παμπληθεῖς ἀναδέχεσθαι ἑτεροιώσεις· ὥσπερ γὰρ ὁ ἀὴρ, ὅταν ἄμα πολλοὶ φωνῶσιν, ἀμυθήτους ὑπὸ ἓν καὶ διαφερούσας ἀναδεχόμενος πληγὰς εὐθὺς πολλὰς ἴσχει καὶ τὰς ἑτεροιώσεις, οὕτω καὶ τὸ ἡγεμονικὸν ποικίλως φαντασιούμενον ἀνάλογόν τι τούτῳ πείσεται. ibid. 372. εἰ γὰρ τύπωσίς ἐστιν ἐν ψυχῇ ἡ φαντασία, ἤτοι κατ’ ἐξοχὴν καὶ εἰσοχὴν τύπωσίς ἐστιν, ὡς οἱ περὶ τὸν Κλεάνθην νομίζουσιν, ἢ κατὰ ψιλὴν ἑτεροίωσιν γίνεται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον ἐδόξασαν. καὶ εἰ μὲν κατ’ ἐξοχὴν καὶ εἰσοχὴν ὑφίσταται ταῦτα ἀκολουθήσει τὰ ἄτοπα ἅπερ φασὶν οἱ περὶ τὸν Χρύσιππον. εἰ γὰρ κηροῦ τρόπον τυποῦται ἡ ψυχὴ φανταστικῶς πάσχουσα, ἀεὶ τὸ ἔσχατον κίνημα ἐπισκοτήσει τῇ προτέρᾳ φαντασίᾳ, ὥσπερ καὶ ὁ τῆς δευτέρας σφραγῖδος τύπος ἐξαλειπτικός ἐστι τοῦ προτέρου. ἀλλ’ εἰ τοῦτο, ἀναιρεῖται μὲν μνήμη θησαυρισμὸς οὖσα φαντασιῶν, ἀναιρεῖται δὲ πᾶσα τέχνη· σύστημα γὰρ ἦν καὶ ἄθροισμα καταλήψεων, πλείονας δὲ φαντασίας καὶ διαφόρους οὐ δυνατὸν ὑποστῆναι περὶ τὸ ἡγεμονικόν, ἄλλοτε ἄλλων νοουμένων τῶν περὶ αὐτὸ τύπων. οὐ τοίνυν ἡ κυρίως νοουμένη τύπωσίς ἐστι φαντασία. ἄλλως τε εἰ ὄψις ἐστὶ τῶν ἀδήλων τὰ φαινόμενα, θεωροῦμεν δὲ τὰ πολὺ παχυμερέστερα τοῦ πνεύματος τῶν φαινομένων σώματα μηδ’ ὁντινοῦν περὶ αὑτοῖς τύπον δυνάμενα τηρεῖν, εὔλογόν ἐστι μηδὲ τὸ πνεῦμα ἕνα μόνον τινὰ ἀπὸ φαντασίας τύπον φυλάττειν. Cf. ibid. VIII. 400. et h. op. I n. 58 (Zeno) n. 484 (Cleanthes).