Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.569
Not analysed yet
Dio Chrysost. Or. XXXVI §42sq. mundi gubernationem describit sub imagine currus quattuor equis vecti i. e. quattuor elementis. Primum ecum dicit §43 διαφέρειν κάλλει τε καὶ μεγέθει καὶ ταχυτῆτι, ἅτε ἔξωθεν περιτρέχοντα τὸ μήκιστον τοῦ δρόμου, αὐτοῦ Ζηνὸς ἱερόν· πτηνὸν δὲ εἶναι· τὴν δὲ χρόαν λαμπρόν, αὐγῆς τῆς καθαρωτάτης· τὸν δὲ ἥλιον ἐν αὐτῷ καὶ τὴν σελήνην σημεῖα προφανῆ ὁρᾶσθαι. §44 καὶ τἄλλα ἄστρα -ξύμπαντα ἐκείνου πεφυκότα μέρη τὰ μὲν περιφέρεσθαι σὺν αὐτῷ, μίαν ταύτην ἔχοντα κίνησιν, τὰ δὲ ἄλλους θεῖν δρόμους. Alter est §45 ἁπτόμενος αὐτοῦ καὶ πλησιώτατος Ἥρας ἐπώνυμος, εὐήνιος καὶ μαλακός, πολὺ δὲ ἥττων κατά τε ῥώμην καὶ τάχος. χροιὰν δὲ τῇ μὲν αὑτοῦ φύσει μέλας, φαιδρύνεται δὲ ἀεὶ τὸ καταλαμπόμενον Ἡλίῳ· τὸ δὲ σκιασθὲν ἐν τῇ περιφορᾷ τὴν αὑτοῦ μεταλαμβάνει τῆς χρόας ἰδέαν. Tertius est §46 Ποσειδῶνος ἱερός, τοῦ δευτέρου βραδύτερος. Quartus autem στερεός τε καὶ ἀκίνητος, οὐχ ὅπως πτερωτός, ἐπώνυμος Ἑστίας. Hunc dicit §47 συνερείδειν πανταχόθεν αὑτῷ τοῖς μέρεσι, καὶ τὼ δύο τὼ πλησίον ὁμοίως πρὸς αὐτὸν ἐγκλίνειν, ἀτεχνῶς ἐπιπίπτοντε καὶ ὠθουμένω· τὸν δὲ ἐξωτάτω πρῶτον ἀεὶ περὶ τὸν ἑστῶτα ὡς νύσσαν φέρεσθαι. Sequitur descriptio vastationum terrae quae tum per ignem tum per aquam ingentibus temporis intervallis neque propter hominum interitum, sed totius ordinis servandi causa ipso deo auctore fiunt. Deinde sequitur ἐκπυρώσεως descriptio n. 602.