Ancient Greek · ~2 min
1.573 to 1.575
Chrysippus, Fragmenta Logica et Physica 1.573-575
Not analysed yet
Scholia Hesiod. Theog. v. 397. ἧλθε δ’ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὕλυμπόνδε. πρῶτον γὰρ ἐχωρίσθη τὸ ὕδωρ τὴν γῆν ἐπικαλύπτον καὶ πρὸς τὸν ἀέρα ἀνέδραμεν· ὑπὸ τούτῳ γὰρ κεῖται τὸ ὕδωρ. Clemens Al. Stromat. V 14 p. 701 Pott. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. Aëtius Plac. II 4, 1. Πυθαγόρας καὶ Πλάτων καὶ οἱ Στωϊκοὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον.