Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.599
Not analysed yet
Arius Didymus epit. phys. fr. 37 Diels (DG. p. 469, 12. Euseb. praep. evang. XV 19, 1) ἐπὶ τοσοῦτον δὲ προελθὼν ὁ κοινὸς λόγος καὶ ⟨ἡ⟩ κοινὴ φύσις μείζων καὶ πλείων γενομένη, τέλος ἀναξηράνασα πάντα καὶ εἰς ἑαυτὴν ἀναλαβοῦσα ἐν τῇ πάσῃ οὐσίᾳ γίνεται, ἐπανελθοῦσα εἰς τὸν πρῶτον ῥηθέντα λόγον καὶ εἰς τὴν ἀνάστασιν ἐκείνην τὴν ποιοῦσαν ἐνιαυτὸν τὸν μέγιστον, καθ’ ὃν ἀπ’ αὐτῆς μόνης εἰς αὐτὴν πάλιν γίνεται ἡ ἀποκατάστασις. ἐπανελθοῦσα δὲ διὰ τάξιν, ἀφ’ οἵας διακοσμεῖν ὡσαύτως ἤρξατο, κατὰ λόγον πάλιν τὴν αὐτὴν διεξαγωγὴν ποιεῖται, τῶν τοιούτων περιόδων ἐξ ἀϊδίου γινομένων ἀκαταπαύστως. οὔτε γὰρ τῆς οὐσίας ἀρχὴν κἀνάπαυσιν οἷόν τε γίνεσθαι οὔτε τοῦ διοικοῦντος αὐτήν. οὐσίαν τε γὰρ τοῖς γινομένοις ὑφεστάναι δεῖ, πεφυκυῖαν ἀναδέχεσθαι τὰς μεταβολὰς πάσας, καὶ τὸ δημιουργῆσαν ἐξ αὐτῆς, οἵα [γὰρ] ἐφ’ ἡμῶν τίς ἐστι φύσις δημιουργοῦσα τοιούτου τινὸς κατ’ ἀνάγκην ὄντος καὶ ἐν τῷ κόσμῳ ἀγενήτου. γενέσεως γὰρ ἀρχὴν οὐχ οἷόν τε εἶναι ἐπὶ τῆς φύσεως ταύτης. ὃν τρόπον δ’ ἀγένητός ἐστι, καὶ ἀναιρεθῆναι ἀδύνατόν ἐστιν αὐτὴν οὔτε αὐτῆς ἐξ αὑτῆς οὔτε ἔξωθέν τινος ἀναιρήσοντος αὐτήν.