Ancient Greek · ~3 min
1.606 to 1.610
Chrysippus, Fragmenta Logica et Physica 1.606-610
Not analysed yet
Plutarchus de comm. not. cp. 17 p. 1067 a. ὅταν ἐκπυρώσωσι τὸν κόσμον οὗτοι, κακὸν μὲν οὐδ’ ὁτιοῦν ἀπολείπεται, τὸ δ’ ὅλον φρόνιμόν ἐστι τηνικαῦτα καὶ σοφόν. Porphyrius in Aristot. categ. p. 119, 34 Busse. ἀλλὰ μὴν καὶ εἴ τις φθείρειεν τὰ ζῷα, ὥσπερ φασὶν οἱ ἀπὸ τῆς Στοᾶς ἐν τῇ ἐκπυρώσει γίνεσθαι, αἴσθησις μὲν οὐκ ἔστιν ζῴου μὴ ὄντος, αἰσθητὸν μέντοι ἔσται· τὸ γὰρ πῦρ ἔσται. Commenta Lucani Lib. VII 813 p. 252 Us. Uret cum terris: ἐκπύρωσις quam secuturam κατακλυσμοὺς adserunt Stoici. Aëtius Plac. II 9, 2. Οἱ Στωϊκοὶ εἶναι κενόν, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται ὁ κόσμος ἄπειρον ὄν. Achilles Isagoge 8 p. 131 Petav. Uranol. Οἱ δὲ Στωϊκοὶ ἐκπύρωσιν λέγοντες κόσμου κατά τινας ὡρισμένους χρόνους εἶναι, κενὸν μέν, οὐ μὴν ἄπειρόν φασιν· ἀλλὰ τοσοῦτον ὅσον χωρῆσαι λυθὲν τὸ πᾶν.