Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.618
Not analysed yet
Plutarchus de comm. not. cp. 35 p. 1077b). Ἀλλὰ τοῦ [τε] κόσμου πάλιν τὸ [πῦρ, ὃ] σπέρμα λέγουσιν εἶναι ⟨μεῖζον⟩ καὶ μετὰ τὴν ἐκπύρωσιν, ⟨ὅτε⟩ εἰς σπέρμα μετέβαλε, τὸν κόσμον, ἐκ βραχυτέρου σώματος καὶ ὄγκου χύσιν ἔχοντα πολλήν, καὶ τοῦ κενοῦ προσἐπιλαμβάνοντα χώραν ἄπλετον ἐπινεμομένην τῇ αὐξήσει, γεννωμένου δ’ αὖθις ὑποχωρεῖν τὸ μέγεθος καὶ συνολισθαίνειν, δυομένης καὶ συναγομένης περὶ τὴν γένεσιν εἰς ἑαυτὴν τῆς ὕλης. Philo de incorrupt. mund. p. 255, 8 (p. 29, 13 Cumont). φέρε δ’ οὖν, ὥς φησιν ὁ Χρύσιππος, τὸ ἀναστοιχειῶσαν τὴν διακόσμησιν εἰς αὑτὸ πῦρ τοῦ μέλλοντος ἀποτελεῖσθαι κόσμου σπέρμα εἶναι καὶ ὧν ἐπ’ αὐτῷ πεφιλοσόφηκε μηδὲν ἐψεῦσθαι, πρῶτον μὲν ὅτι καὶ ἐκ σπέρματος ἡ γένεσις καὶ εἰς σπέρμα ἡ ἀνάλυσις, ἔπειτα δ’ ὅτι φυσιολογεῖται ὁ κόσμος καὶ φύσις λογική, οὐ μόνον ἔμψυχος ὢν ἀλλὰ καὶ νοερὸς πρὸς δὲ καὶ φρόνιμος, ἐκ τούτων τοὐναντίον οὗ βούλεται κατασκευάζεται τὸ μηδέποτε φθαρήσεσθαι.