Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.636
Not analysed yet
Philodemus de pietate c. 14 (DDG p. 548b, 13). τὰ παραπλήσια δὲ κἀν τοῖς περὶ Φύσεως γράφει, μεθ’ ὧν εἴπαμεν̣ καὶ τοῖς Ἡρακλείτου συνοικειῶν. καὶ δὴ̣ κἀν τῷ πρώτῳ τὴν νύκτα θεάν φησιν εἶναι πρωτίστην. ἐν δὲ τῷ τρίτῳ τὸν κόσμον ἕνα τῶν φρονίμων, συνπολειτευόμενον θεοῖς καὶ ἀνθρώποις, καὶ τὸν πόλεμον καὶ τὸν Δία τὸν αὐτὸν εἶναι, καθάπερ καὶ τὸν Ἡράκλειτον λέγειν· ἐν δὲ τῷ πέμπτῳ καὶ λόγους ἐρωτᾷ περὶ τοῦ τὸν κόσμον ζῷον εἶναι καὶ λογικὸν καὶ φρονοῦν καὶ θεόν. Philo de incorrupt. mund. 246, 10 B. ἐπεὶ καὶ οἱ φθείροντες αὐτὸν λογικὸν εἶναι ὑπονοοῦσιν.