# Fragmenta Logica et Physica 1.638

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.638

[Galenus] εἰ ζῷον τὸ κατὰ γαστρός 1 Vol. XIX p. 160 K. ἴδωμεν οὖν εἰ ζῷόν ἐστιν ὁ κόσμος καί, εἴ γε τὴν ἀρχὴν ⟨μὴ⟩ ἐγένετο, εἶτ’ αὗ πάλιν τὴν ὁλόκληρον ἐπέσχε φύσιν. κόσμος τοίνυν ἐστὶν σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν μεταξὺ φύσεων. ***** καὶ ὕδατος καὶ ἀέρος καὶ τὸ διῆκον ἔχον διὰ πάντων αὐτῶν ἀρχηγὸν καὶ πρωτόγονον πνεῦμα, ὅπερ καλοῦσι παῖδες φιλοσόφων ἢ ψυχὴν ἢ μονάδα [ἢ ἄτομον] ἢ πῦρ ἢ ὁμωνύμως τῷ γένει πνεῦμα τὸ πρῶτον. ταῦτα δὲ ἦν μὲν καὶ πρὸ τοῦ αὐτὸν ταύτην ἔχειν τὴν ἐπωνυμίαν· ἀλλὰ τότε μὲν ἄκριτα ἦν ⟨καὶ⟩ ἀδιάλλακτα καί, ὥς φασί τινες, ὕλην εἶχε τοὔνομα, κόσμον δὲ νῦν, διὰ τὸ ποιεῖν ἐμμελῶς καὶ εὐτάκτως καὶ ὡς ἂν ἐν ῥυθμῷ καὶ κόσμῳ ποιεῖσθαι τὴν κίνησιν. — — ἐξ ὅλων μὲν οὖν ὁ κόσμος ὅλος ἥρμοσται καὶ ἐκ τελείων τέλειος καὶ ἐξ αὐτοτελῶν ἀνενδεής· καὶ ἦν καὶ ἔσται κινούμενον ζῷον. ἀλλὰ τότε μὲν ⟨ἐν⟩εσπαρμένην καὶ τὴν τοῦ παντὸς ἔχουσαν λόγον δύναμιν ἐκέκτητο, διακριθεὶς δὲ καὶ τοῦ σκότους προελθὼν τὴν οἰκείαν τῶν σπερμάτων ἀρετὴν ἔδειξεν, ἔνθα μὲν γῆ φαινόμενος, ἔνθα δ’ ὕδωρ, ὅπου δὲ πῦρ **** σὺν ἀέρι ἐκτεινόμενος πανταχοῦ τῷ τῆς αὐξήσεως τρόπῳ ⟨ἐν⟩ τῇ τῶν στοιχείων φύσει, φωτίζων τὸ ὅλον οἷον ὀφθαλμοῖς ἡλίῳ καὶ σελήνῃ, καὶ τῇ τούτων διαυγεῖ καὶ λαμπρᾷ στιλπνότητι κινήσει πάσῃ ὁδηγὸς γενόμενος. συνεκέκρατο γὰρ αὐτῷ καὶ οὗτος ἐξ ἀρχῆς ἔτι γινομένῳ καὶ τὴν πρώτην συνισταμένῳ φύσιν. ζῷόν τε γὰρ πρῶτον καὶ ἔμπνουν τε καὶ ἔννουν ὅδε ὁ κόσμος καὶ τότε ἦν καὶ νῦν φαίνεται. ὥσπερ οὖν οὐκ ἄν τις τολμήσας εἴποι μὴ ζῷον αὐτόν, ἡνίκα ἐκυΐσκετο (ἀπεδείξαμεν γὰρ ὡς ἐξ ὅλων ὅλος καὶ ὡς ἐκ τελείων τέλειος· πῶς γὰρ ἄν ὁλοτελῆ παρείχετο μὴ ὢν ὅλος;) οὕτω καὶ τὸ κατὰ γαστρὸς μὴ ζῷον ⟨οὐκ⟩ εἴποι τις ἄν. ὃν γὰρ τρόπον ὁ χαλκουργὸς ἢ ὁ σιδηρεὺς ἢ ὁ ἀνδριαντουργὸς ἢ ὁ ναυπηγὸς ἤ τις τῶν ὁμοίων οὐκ ἂν λέγοιτο τέλειόν τι τῶν ἐξ αὐτοῦ καὶ ὁλόκληρον παρεσχηκέναι ἐλλείποντός τινος — — － τὸ δ’ ἀνελλιπὲς καὶ τοῖς ἅπασιν ἀπηρτισμένον － τέλειόν ἐστιν, τὸν αὐτὸν τρόπον καὶ ὁ κόσμος — — οὐκ ἄν ποτε τὸν τέλειον ἐπέσχε λόγον, εἴ μὴ τότε, ὅτε πρῶτον τοῦ εἶναι μετελάμβανεν, τὴν τοῦ παντὸς ἀνεδέξατο οὐσίαν.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
