Ancient Greek · ~2 min
1.647 to 1.649
Chrysippus, Fragmenta Logica et Physica 1.647-649
Not analysed yet
Aëtius Plac. III 9, 3. Οἱ Στωϊκοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην. Aëtius Plac. III 10, 1. Θαλῆς καὶ οἱ Στωϊκοὶ καὶ οἱ ἀπ’ αὐτῶν σφαιροειδῆ τὴν γῆν. Diogenes Laërt. VII 156. ζῶναί τε ἐπὶ τῆς γῆς εἰσι πέντε· πρώτη βόρειος [καὶ] ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος. δευτέρα εὔκρατος· τρίτη ἀοίκητος ὑπὸ καύματος, ἡ διακεκαυμένη καλουμένη· τετάρτη ἡ ἀντεύκρατος· πέμπτη νότιος, ἀοίκητος διὰ ψῦχος.