Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.675
Not analysed yet
Plutarchus de facie lunae cp. 23 p. 936b. ἀλλ’ ἐκεῖνο μᾶλλον ἐλέγχειν δοκεῖ τὴν λεγομένην ἀνάκλασιν ἀπὸ τῆς σελήνης, ὅτι τοὺς ἐν ταῖς ἀνακλωμέναις αὐγαῖς ἑστῶτας οὐ μόνον συμβαίνει τὸ φωτιζόμενον ὁρᾶν, ἀλλὰ καὶ τὸ φωτίζον. ὅταν γάρ, αὐγῆς ἀφ’ ὕδατος πρὸς τοῖχον ἁλλομένης, ὄφις ἐν αὐτῷ τῷ πεφωτισμένῳ κατὰ τὴν ἀνάκλασιν τόπῳ γένηται, τὰ τρία καθορᾷ, τήν τ’ ἀνακλωμένην αὐγὴν καὶ τὸ ποιοῦν ὕδωρ τὴν ἀνάκλασιν καὶ τὸν ἥλιον αὐτόν, ἀφ’ οὗ τὸ φῶς τῷ ὕδατι προσπῖπτον ἀνακέκλασται. τούτων δ’ ὁμολογουμένων καὶ φαινομένων, κελεύουσι τοὺς ἀνακλάσει φωτίζεσθαι τὴν γῆν ὑπὸ τῆς σελήνης ἀξιοῦντας ἐπιδεικνύναι νύκτωρ ἐμφαινόμενον τῇ σελήνῃ τὸν ἥλιον, ὥσπερ ἐμφαίνεται τῷ ὕδατι μεθ’ ἡμέραν, ὅταν ἀνάκλασις ἀκ' αὐτοῦ γένται· μὴ φαινομένο δὲ τούτου, κατ' ἄλλον οἶονται τρόπον, οὐκ ἀνακλάσει, γίγνεσδθαι τὸν φωτισμόν. εἰ δὲ μὴ τοῦτο, μηδὲ γῆν εἶναι τὴν σελήνην. (Hanc argumentationem esse Stoicorum ex conexm apparet).