Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.677
Not analysed yet
Plutarchus de facie lunae cp. 25 p. 940c. καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἥλιον, ζῷον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τούς ἄλλους ἀστέρας ἀπείρους ὄντας· οὕτως ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν (Stoicos dici, conexus docet). Stobaeus ed. I p. 219, 24 W. (de luna). Χρύσιππος τὸ ἀθροισθὲν ἔξαμμα μετὰ τὸν ἥλιον νοερὸν ἐκ τοῦ ἀπὸ τῶν ποτίμων ὑδάτων ἀναθυμιάματος· διὸ καὶ τούτοις τρέφεσθαι. σφαιροειδῆ δὲ εἶναι. μῆνα δὲ παλεῖσθαι τὴν τοῦ δρόμου αὐτῆς περίοδον. μεὶς δ’ ἐστί, φησί, τὸ φαινόμενον τῆς σελήνης πρὸς ἡμᾶς ἢ σελήνη μέρος ἔχουσα φαινόμενον πρὸς ἡμᾶς.