Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.686
Not analysed yet
Achilles Isagoge 13 p. 134 in Petav. Uranol. ὅτι δὲ οἱ ἀστέρες ζῷα, χρῶνται πρὸς ἀπόδειξιν οἱ Στωϊκοὶ τούτοις· πάντα τὰ ἐν τῷ οὐρανῷ πυρώδη, καὶ κατὰ φύσιν καὶ πολυχρονίως κινεῖται καὶ κυκλικῶς. οὐκοῦν καὶ κρίσιν ἔχει. εἰ δὲ κρίσιν ἔχει καὶ ζῷά ἐστι. Καὶ ποικίλας ἔχουσι κινήσεις· τοῦτο δὲ τοῖς ζῴοις ἕπεται. Καὶ πάντα τὰ στοιχεῖα ζῷα ἔχει· ἄτοπον δὲ τὸ κρεῖττον πάντων τῶν στοιχείων ζῴων ἄμοιρον εἰπεῖν. 687