Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.693
Not analysed yet
Diogenes Laërt. VII 151. τῶν δὲ ἐν ἀέρι γινομένων χειμῶνα μὲν εἶναί φασι τὸν ὑπὲρ γῆς ἀέρα κατεψυγμένον διὰ τὴν τοῦ ἡλίου πρόσω ἄφοδον· ἔαρ δὲ τὴν εὐκρασίαν τοῦ ἀέρος κατὰ τὴν πρὸς ἡμᾶς πορείαν. θέρος δὲ τὸν ὑπὲρ γῆς ἀέρα καταθαλπόμενον τῇ τοῦ ἡλίου πρὸς ἄρκτον πορείᾳ, μετόπωρον δὲ τῇ παλινδρομίᾳ τοῦ ἡλίου ἀφ’ ἡμῶν γίνεσθαι. Stobaeus ed. I p. 106, 24 W. Χρυσίππου (cf. n. 509). ——Ἔαρ δὲ ἔτους ὥραν κεκραμένην ἐκ χειμῶνος ἀπολήγοντος καὶ θέρους ἀρχομένου· ἢ τὴν μετὰ χειμῶνα ὥραν πρὸ θέρους. Θέρος δὲ ὥραν ἔτους τὴν μάλισθ’ ὑφ’ ἠλίου διακεκαυμένην. Μετόπωρον δὲ ὥραν ἔτους τὴν μετὰ θέρος μέν, πρὸ χειμῶνος δὲ κεκραμένην. Χειμῶνα δὲ ὥραν ἔτους τὴν μάλιστα κατεψυγμένην ἢ τὸν περὶ γῆν ἀέρα κατεψυγμένον. γίνεσθαι δὲ ἰσημερίας δύο καθ’ ἕκαστον ἐνιαυτὸν καὶ τροπὰς δύο· ἰσημερίας μέν, ὅταν ἡ νὺξ καὶ ἡ ἡμέρα ἴσαι ὦσι· τούτων δὲ τὴν μὲν ἔαρι γίγνεσθαι, τὴν δὲ μετοπώρῳ· τῶν δὲ τροπῶν τὰς μὲν θέρους, τὰς δὲ χειμῶνος (Arii Didymi fr. phys. 26 Diels).