Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.700
Not analysed yet
Scholia Hesiod. Theog. v. 148. Κόττος τε Βριάρεώς τε Γύγης θ'. ——οὗτοι δὲ λέγονται ἐκνεφίαι ἄνεμοι· εἰσὶ δὲ ἁρπακτικοὶ πάντες. διὰ τοῦτο καὶ ἑκατόγχειρες μυθικῶς, διὰ τὸ ὁρμητικὸν τῆς μάχης. Κόττος, Βριάρεως καὶ Γύγης οἱ τρεῖς καιροί εἰσιν· Κόττος ἡ ὀργὴ τοῦ καύματος ἤγουν ὁ θερινός· Βριάρεως τὸ ἔαρ, παρὰ τὸ βρύειν καὶ αὔξεσθαι τὰ φυτά. Γύγης δὲ ὁ χειμερινὸς καιρός. οὓς καὶ ἑκατόγχειρας καλεῖ διὰ τὸ πολλὰς ἐνεργείας ἔχειν.