Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.719
Not analysed yet
Philo de fuga et inventione §112 Vol. III p. 133, 26 Wendl. Ὅ τε γὰρ τοῦ Ὄντος λόγος, δεσμὸς ὢν τῶν ἁπάντων, ὡς εἴρηται, καὶ συνέχει τὰ μέρη πάντα καὶ σφίγγει, κωλύων αὐτὰ διαλύεσθαι καὶ διαρτᾶσθαι. Ἥ τ’ ἐπὶ μέρους ψυχή, καθ’ ὅσον δυνάμεως μεμοίραται, τῶν τοῦ σώματος οὐδὲν ἀποσχίζεσθαι καὶ ἀποτέμνεσθαι μερῶν παρὰ φύσιν ἐᾷ, τὸ δ’ ἐπ’ αὐτῇ πάντα ὁλόκληρα ὄντα ἁρμονίαν καὶ ἕνωσιν ἀδιάλυτον ἄγει τὴν πρὸς ἄλληλα etc.