Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.742
Not analysed yet
Galenus defin. medicae 94 Vol. XIX p. 370 K. σπέρμα ἐστὶ πνεῦμα ἔνθερμον ἐν ὑγρῷ ἐξ ἑαυτοῦ κινούμενον καὶ δυνάμενον τοιοῦτον γεννᾶν οἷον ἀφ’ οὗ καὶ ἀφείθη. ——ὁ δὲ Κιτιεὺς Ζήνων οὕτως ὡρίσατο· σπέρμα ἐστὶν ἀνθρώπου ὃ μεθίησιν ἄνθρωπος μεθ’ ὑγροῦ ψυχῆς μέρους ἅρπαγμα καὶ σύμμιγμα τοῦ τῶν προγόνων γένους, οἷόν τε αὐτὸ ἦν καὶ αὐτὸ συμμιχθὲν ἀπεκρίθη. ibid. 439. τὸ σπέρμα ἐστὶν κατὰ μὲν τοὺς Στωϊκοὺς ὃ μεθίησι τὸ ζῷον ὑγρὸν μετὰ πνεύματος καὶ ψυχῆς, ὡς δὲ οὐ μέρος.