Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.75
Not analysed yet
Galenus in Hippocr. de medic. officina Vol. XVIII B p. 654 K. καὶ μὴν καὶ τοιαύτην ἐξήγησιν ἔγραψάν τινες· οὐ τὸ αὐτὸ σημαίνεσθαί φασιν ἐκ τοῦ φάναι καὶ ἰδεῖν καὶ θιγεῖν καὶ ἀκοῦσαι ἔστι τῷ καὶ τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ ἔστιν αἰσθάνεσθαι. ἰδεῖν μὲν γὰρ ἔστι καὶ θιγεῖν καὶ ἀκούειν μὴ καταληπτικῶς, αἰσθάνεσθαι δὲ οὐκέτι μὴ καταληπτικῶς. ἔστι δὲ ἡ τοιαύτη τῆς αἰσθήσεως ἐξήγησις τοῦ Σιμίου τοῦ Στωϊκοῦ, διὸ καὶ ⟨ὁ⟩ τοῦ Κοΐντου μαθητὴς Ἰφικιανὸς αὐτὴν προσήκατο, τὴν Στωϊκήν ἀσπαζόμενος φιλοσοφίαν. ἀλλ’ ὃ λέγουσίν ἐστι τοιοῦτον. τὸ μὲν ἕτερον μέρος τῆς ῥήσεως περὶ τοῦ γένους μόνου διοίσκει τῶν πραγμάτων, ἐξ ὧν αἱ σημειώσεις ἡμῶν γίγνονται· τὸ δὲ δεύτερον περὶ τοῦ κατ’ αὐτὸ διηκριβωμένου τε καὶ πιστοῦ, ὡς εἰ καὶ οὕτως ἐγέγραπτο· προσῆκε ποιεῖσθαι τὰς διαγνώσεις ἀπὸ τῶν ὁμοίων τε καὶ ἀνομοίων τοῖς κατὰ φύσιν ἐν τῷ τοῦ κάμνοντος σώματι φαινομένων. ταῦτα δέ ἐστι τὰ αἰσθητὰ καὶ τούτων οὐχ ὅσα παρεῖδεν ἢ παρήκουσεν ἢ ὅλως παρῄσθετο κατά τινα τῶν αἰσθήσεων, ἀλλ’ ἃ καλῶς καὶ καταληπτικῶς τῶν αἰσθήσεων ἑκάστῃ ἥσθετο καὶ τῇ γνώμῃ. συγκεχρῆσθαι γάρ φησι τῇ τοῦ αἰσθέσθαι φωνῇ τὸν Ἱπποκράτην κατὰ τῆς γνώμης.