Ancient Greek
1.750 to 1.758
Chrysippus, Fragmenta Logica et Physica 1.750-758
Not analysed yet
Aëtius Plac. V 10, 4 (Πῶς δίδυμα καὶ τρίδυμα γίνεται G 114). Οἱ Στωϊκοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους, ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα. Aëtius Plac. V 9, 2 (Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει) G. 113. Οἱ δὲ Στωϊκοὶ κατὰ λοξότητα τοῦ καυλοῦ μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων, ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας. Aëtius Plac. V 13, 3 (Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες). Οἱ Στωϊκοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας, οἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπ’ ἀλλήλων, συνελθεῖν δὲ ἑτέροις ὁμοφύλοις, συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖαι. Aëtius Plac. V 12, 3 (Πῶς ἄλλοις γίνονται ὅμοιοι οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν). Οἱ Στωϊκοὶ συμπαθείᾳ τῆς διανοίας. Aëtius Plac. V 16, 2 (Πῶς τρέφεται τὰ ἔμβρυα G. 120). Οἱ Στωϊκοὶ διὰ τοῦ χορίου καὶ τοῦ ὀμφαλοῦ. ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς. Aëtius Plac. V 17, 1. Οἱ Στωϊκοὶ ἅμα ὅλον γίγνεσθαι (scil. τὸ ἔμβρυον). Aëtius Plac. V 15, 2. Οἱ Στωϊκοὶ μέρος εἶναι αὐτὸ (scil. τὸ ἔμβρυον) τῆς γαστρός, οὐ ζῷον· ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀποῤῥεῖν, οὕτω καὶ τὸ ἔμβρυον. Galenus defin. medicae 445 Vol. XIX p. 452 K. οἱ δὲ μὴ εἶναι ζῷον λέγοντες (scil. τὸ ἔμβρυον) τρέφεσθαι μὲν αὐτὸ καὶ αὔξεσθαι ὥσπερ καὶ τὰ δένδρα, ὁρμὴν δὲ καὶ ἀφορμὴν οὐκ ἔχειν ὥσπερ τὰ ζῷα. [Galenus] εἰ ζῷον τὸ κατὰ γαστρός 2 Vol. XIX p. 165 K. μόριον γὰρ καὶ ἀπόσπασμα ὂν τοῦ μεγάλου ζῴου τοῦ κόσμου μένον μὲν ἐν μυχοῖς καὶ φωλεῦον συγκρίσεως ἐπέχει λόγον, διακριθὲν δὲ καὶ γενόμενον ἔξω τούτου τοῦ βάθους οἷον χάους ἀσπάζεται τὴν ὁμόφυλον καὶ ὁμοίαν φύσιν ταῖς τῆς ἐνεργείας πράξεσιν· κινεῖσθαι γὰρ ταῖς ἐξ αὐτοῦ κινήσεσιν ἄρχεται.