Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.770
Not analysed yet
Galenus de temperamentis l. I cp. 3 (K. Vol. I p. 523). ἀλλ' εἴπερ ὁ θάνατος, φασὶ (scil. οἱ ἀπ’ Ἀθηναίου τοῦ Ἀτταλέως), τοιοῦτος (scil. ψυχρὸς καὶ ξηρός), ἀναγκαῖον ἤδη τὴν ζωήν, ὡς ἂν ἐναντίαν ὑπάρχουσαν αὐτῷ, θερμήν τε εἶναι καὶ ὑγράν· καὶ μὴν εἴπερ ἡ ζωή, φασι, θερμόν τι χρῆμα καὶ ὑγρόν ἐστιν, ἀνάγκη πᾶσα καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν, εἰ δὲ τοῦτο, παντί που δῆλον ὡς εὐκρατοτάην. ὥστ’ εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ, καὶ μηδὲν ἄλλο εἶναι τὴν εὐκρασίαν ἢ τῆς ὑγρότητός τε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως ἡ αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου καὶ Θεοφράστου γε μετ’ αὐτὸν καὶ τῶν Στωϊκῶν.