Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.783
Not analysed yet
Galenus de usu respirat. cp. 5 (K. Vol. IV p. 502) ἀναγκαῖόν ἐστι τοῦτο τὸ πνεῦμα (scil. τὸ ψυχικὸν) τρέφεσθαι. πόθεν οὖν, φασίν, ἄλλοθεν ἕξει τὴν τροφήν, εἰ μὴ παρὰ τοῦ διὰ τῆς εἰσπνοῆς ἑλκομένου; καίτοι κἀκ τῆς τοῦ αἵματος ἀναθυμιάσεως οὐκ ἀπεικὸς αὐτὸ τρέφεσθαι, καθάπερ καὶ πολλοῖς τῶν ἐλλογίμων ἰατρῶν τε καὶ φιλοσόφων ἔδοξεν.