Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.80
Not analysed yet
Sextus adv. math. IX 352. τοιούτων δὲ ἠπορημένων κατὰ τὸν τόπον εἰώθασιν οἱ δογματικοί -λέγειν ὅτι τὸ μὲν ἐκτὸς ὑποκείμενον καὶ αἰσθητὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἡμεῖς δέ ἐσμεν οἱ ἐκείνου τό τε ὅλον καὶ τὸ μέρος ἐπικατηγοροῦντες. ἦν γὰρ τὸ ὅλον τῶν πρός τι· ὡς γὰρ πρὸς τὰ μέρη ἐνοεῖτο τὸ ὅλον· καὶ πάλιν τὰ μέρη τῶν πρός τι· ὡς γὰρ πρὸς τὸ ὅλον νοεῖται τὰ μέρη· τὰ δὲ πρός τι ἐν συμμνημονεύσει ἐστὶν ἡμετέρᾳ, ἡ δὲ ἡμστέρα συμμνημόνευσίς ἐστιν ἐν ἡμῖν. τὸ οὖν ὅλον καὶ τὸ μέρος ἐστὶν ἐν ἡμῖν. τὸ δὲ ἐκτὸς ὑποκείμενον αἰσθητὸν οὔτε ὅλον ἐστὶν οὔτε μέρος, ἀλλὰ πρᾶγμα οὗ ἡμεῖς ἐπικατηγοροῦμεν τὴν ἡμῶν αὐτῶν συμμνημόνευσιν.