Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.826
Not analysed yet
Jamblichus de anima apud Stobaeum ecl. I p. 367, 17 W. ἀλλὰ μὴν οἵ γε ἀπὸ Χρυσίππου καὶ Ζήνωνος φιλόσοφοι καὶ πάντες ὅσοι σῶμα τὴν ψυχὴν νοοῦσι τὰς μὲν δυνάμεις ὡς ἐν τῷ ὑποκειμένῳ ποιότητας συμβιβάζουσι, τὴν δὲ ψυχὴν ὡς οὐσίαν προϋποκειμένην ταῖς δυνάμεσι προτιθέασιν, ἐκ δ’ ἀμφοτέρων τούτων σύνθετον φύσιν ἐξ ἀνομοίων συνάγουσιν. p. 368, 6. καθ’ οὓς δὲ μία ζωὴ τῆς ψυχῆς ἐστιν ἡ τοῦ συνθέτου, συγκεκραμένης τῆς ψυχῆς τῷ σώματι, ὡς οἱ Στωϊκοὶ λέγουσιν, ——κατὰ τούτους εἷς ἐστιν ὁ τρόπος τῆς παρουσίας αὐτῶν, ὁ ἐν τῷ μετέχεσθαι ἢ ἐν τῷ κεκρᾶσθαι τῷ ὅλῳ ζῴῳ. πῶς οὖν διακρίνονται; κατὰ μὲν τοὺς Στωϊκοὺς ἔνιαι μὲν διαφορότητι ⟨τῶν⟩ ὑποκειμένων σωμάτων· πνεύματα γὰρ ἀπὸ τοῦ ἡγεμονικοῦ φασιν οὗτοι διατείνειν ἄλλα κατ’ ἄλλα, τὰ μὲν εἰς ὀφθαλμούς, τὰ δὲ εἰς ὦτα, τὰ δὲ εἰς ἄλλα αἰσθητήρια· ἔνιαι δὲ ἰδιότητι ποιότητος περὶ τὸ αὐτὸ ὑποκείμενον· ὥσπερ γὰρ τὸ μῆλον ἐν τῷ αὐτῷ σώματι τὴν γλυκύτητα ἔχει καὶ τὴν εὐωδίαν, οὕτω καὶ τὸ ἡγεμονικὸν ἐν ταὐτῷ φαντασίαν, συγκατάθεσιν, ὁρμήν, λόγον συνείληφε.