Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.85
Not analysed yet
Sextus adv. mat. VIII 409. οἱ δὲ (scil. Stoici) καὶ δι’ ὑποδειγμάτων πειρῶνται τὸ ἀξιούμενον παραμυθεῖσθαι (scil. ὅτι τὰ ἀσώματα οὐ ποιεῖ τι οὐδὲ φαντασιοῖ ἡμᾶς, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ ἐπ’ ἐκείνοις φαντασιούμενοι cf. §406). ὥσπερ γάρ, φασίν, ὁ παιδοτρίβης καὶ ὁ ὁπλομάχος ἔσθ’ ὅτε μὲν λαβόμενος τῶν χειρῶν τοῦ παιδὸς ῥυθμίζει καὶ διδάσκει τινὰς κινεῖσθαι κινήσεις, ἔσθ’ ὅτε δὲ ἄπωθεν ἑστὼς καί πως κινούμενος ἐν ῥυθμῷ παρέχει ἑαυτὸν ἐκείνῳ πρὸς μίμησιν, οὕτω καὶ τῶν φανταστῶν ἔνια μὲν οἱονεὶ ψαύοντα καὶ θιγγάνοντα τοῦ ἡγεμονικοῦ ποιεῖται τὴν ἐν τούτῳ τύ πωσιν, ὁποῖόν ἐστι τὸ λευκὸν καὶ μέλαν καὶ κοινῶς τὸ σῶμα, ἔνια δὲ τοιαύτην ἔχει φύσιν, τοῦ ἡγεμονικοῦ ἐπ’ αὐτοῖς φαντασιουμένου καὶ οὐχ ὑπ’ αὐτῶν, ὁποῖά ἐστι τὰ ἀσώματα λεκτά.