Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.856
Not analysed yet
Galenus de locis affectis I 7 Vol. VIII p. 66 K. καὶ διαφέρει πάμπολυ κατὰ τοῦτο τὰ φυσικὰ τῶν ψυχικῶν ὀργάνων, εἴ γε τοῖς μὲν φυσικοῖς ἐδείχθη σύμφυτος ἡ τῆς ἐνεργείας δύναμις οὖσα, τοῖς ψυχικοῖς δὲ ἀπὸ τῆς ἀρχῆς ἐπιῥεῖν ὁμοίως ἡλιακῷ φωτί. ——67. οἱ δὲ μύες ——ὅτι οὐκ ἔχουσι σύμφυτον αἰσθήσεως τε καὶ κινήσεως ἀρχήν, διὰ τοῦτο τῶν νεύρων ἀεὶ χρήζουσι, χορηγούντων αὐτοῖς ταῦτα, καθάπερ ὁ ἥλιος τὴν αὐγὴν ἅπασιν οἷς φωτίζει. ibid. IV 1. Vol. VIII p. 218 K. opticam facultatem dicit perire, ὅταν ἤτοι μηδ’ ὅλως ἢ παντάπασιν ὀλίγον ἐπιπέμπηται τὸ αὐγοειδὲς πνεῦμα παρὰ τῆς κατὰ τὸν ἐγκέφαλον ἀρχῆς.