Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.858
Not analysed yet
Potinus Ennead. IV lib. VII 7 (Vol. II p. 111, 10 Mü.) . ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δ’ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ τὸ ἡγεμονοῦν γίγνεται· ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους τοῦ πνεύματος, τὸ ἡγεμονοῦν αἰσθάνεται καὶ ὅλη ἡ ψυχὴ τὸ αὐτὸ πάσχει. πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχκοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς καὶ τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἡγεμονοῦν ἀφίκοιτο.