Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.868
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 131, 30 Bruns. ἔτι διὰ τί ἐκ μὲν φωτὸς τὰ ἐν σκότῳ ὄντα οὐχ ὁρᾶται, ἐκ δὲ σκότους τὰ ἐν τῷ φωτί; τὸ γὰρ λέγειν, τὸν μὲν πεφωτισμένον ἀέρα τῷ διακεκρίσθαι μᾶλλον ἔχειν ἰσχὺν καὶ δύνασθαι τῇ ἐπερείσει τὴν αἴσθησιν κινεῖν, τὸν δὲ ἀφώτιστον τῷ κεχαλάσθαι μὴ δύνασθαι ὑπὸ τῆς ὄψεως συνεντείνεσθαι, καίτοι πυκνότερον ὄντα τοῦ πεφωτισμένου, πῶς πιθανόν;