Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.88
Not analysed yet
Sextus adv. math. VIII 56. πᾶσα γὰρ νόησις ἀπὸ αἰσθήσεως γίνεται ἢ οὐ χωρὶς αἰσθήσεως, καὶ ἢ ἀπὸ περιπτώσεως ἢ οὐκ ἄνευ περιπτώσεως. ὅθεν οὐδὲ τὰς λεγομένας ψευδεῖς φαντασίας, οἷον τὰς καθ’ ὕπνους ἢ τὰς κατὰ μανίαν, εὑρήσομεν ἀπηρτημένας τῶν διὰ τῆς αἰσθήσεως κατὰ περίπτωσιν ἡμῖν ἐγνωσμένων. -καὶ καθόλου οὐδέν ἐστιν εὑρεῖν κατ’ ἐπίνοιαν ὃ μὴ ἔχει τις αὑτῷ κατὰ περίπτωσιν ἐγνωσμένον. τοῦτο γὰρ ἢ καθ’ ὁμοιότητα τῶν ἐν περιπτώσει πεφηνότων ληφθήσεται ἢ κατὰ παραύξησιν ἢ κατὰ μείωσιν ἢ κατ’ ἐπισύνθεσιν (sequuntur exempla) cf. id. IX 393-395.