Ancient Greek · ~9 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.885
Not analysed yet
Galenus de Hipp. et Plat. Plac. III 1 (112) p. 251 Mü. λέγω δὴ ὅτι ὁ Χρύσιππος κατὰ τὸν πρῶτον αὑτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος, ἔνθα δεικνύναι πειρᾶται, τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ περιέχεσθαι, οὑτωσί λέγει. Ἡ ψυχὴ μνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντί τῷ σώματι διῆκον, ἔστ’ ἂν ἡ τῆς ζωῆς εὔπνοια παρῇ ἐν τῷ σώματι. ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένων μορίῳ, τὸ διῆκον αὐτῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνήν ⟨φαμεν⟩ εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὸ δὲ εἰς ὦτα ἀκοήν, τὸ δὲ εἰς ῥῖνας ὄσφρησιν, τὸ δ’ εἰς γλῶτταν γεῦσιν, τὸ δ’ εἰς ὄλην τὴν σάρκα ἁφήν, καὶ τὸ εἰς ὄρχεις ἕτερόν τιν’ ἔχον τοιοῦτον λόγον σπερματικόν, εἰς ὃ δὲ συμβαίνει πάντα ταῦτα, ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ ἡγεμονικόν. οὕτω δὲ ἐχόντων αὐτῶν, τὰ μὲν λοιπὰ συμφψνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν, ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτό, οἱ δὲ περὶ τὴν κεφαλήν. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς. Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσασ εἶναι, τὸ μὲν λογιστικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν θώρακα, τὸ δ’ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν. οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτ’ αἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντεύχηκεν οὔτε τῶν τεκμηρίων, δι’ ὦ ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προήλθεν καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος. αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν. κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται, τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι. τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίακαιον ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν ἀρχόμενον ἄνδρα τηλικούτου δόγματος, εἴρηται Χρθσίππῳ ——-p. 254. τὰ δ’ ἐφεξῆς οὐκέθ’ ὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν, ὐπὸ τίνων πιθανῶν ἀναπεισθεὶς ὁ Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτά, κἀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν, etc.