# Fragmenta Logica et Physica 1.887

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.887

Galenus de Hipp. et Plat. plac. II 7 (106) p. 230, 16 Mü. εὑρίσκω δὲ οὐχ ἥκιστα τὸν Χρύσιππον καὶ ἄλλας τινὰς ἐναντιολογίας ἐν αὐτῷ τούτῳ τῷ λόγῳ περὶ τοῦ τῆς ψυχῆς ἡγεμομονικοῦ πεποιημένον. ἐν ἀρχῇ γὰρ προειπών, ὡς τὰ μὲν ἄλλα μέρη τῆς ψυχῆς ἐν οἶς ἐστι τοῦ ζώου μορίοις ὁμολογεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μόνου ζητεῖται, διὰ τὸ μήτε αἴσθησιν ἐκφανῆ μηδεμίαν εἶναι αὐτοῦ, μήτ’ ἐναργές τι τεκμήριον, ὀλίγον ὕστερον ὡς περὶ φαινομένου τοῦ μέρους διαλέγεται. ἔχουσι δ’ αἱ ῥήσεις αὐτοῦ τόνδε τὸν τρόπον. Οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γιγνομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συνέτευχεν, οὔτε τῶν τεκμηρίων, δι’ ὦν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν [οὐδʼ] ἐπὶ τοσοῦτον ἀντιλογίας προῆλθεν ἰατροῖς τε καὶ φιλοσόφοις. Ταῦτα προειπὼν ὁ Χρύσιππος ἐφεξῆς φησιν, ὡς ἅπαντες ἄνθρωποι τῶν τῆς διανοίας παθῶν αἰσθάνονται κατὰ τε τὸν θώρακα καὶ τὴν καρδίαν. ἔχει δὲ καὶ ἥδε ἡ ῥῆσις ὧδε· Κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπί τοῦθ’ ὡσανεὶ αἰσθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθ’ ὃν ἡ καρδία τέτα κται τόπον, οἷον μάλιστα ἐπὶ τῶν φόβων καὶ τῶν λυπῶν [λέγω] καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ. Κατὰ τήνδε τὴν ῥῆσιν, εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν ὡσανεὶ προσέθηκεν, οὐ τολμήσας ἄντικρυς εἰπεῖν, αἰσθάνεσθαι τοὺς ἀνθρώπους τῶν κατὰ τὴν διάνοιαν παθῶν ἐν τῷ θώρακι γιγνομένων. ὡσανεὶ γὰρ ἔφη συναισθανόμενοι, μικρὸν δ’ ὕστερον καὶ τὸ ὡσανεὶ περιελὼν οὑτωσὶ γράφει· Ἡ γὰρ περὶ τὴν διάνοιαν γιγνομένη ταραχὴ καθ’ ἕκαστον τούτων αἰσθητῶς περὶ τοὺς θώρακάς ἐστιν. εἶτ' ἐφεξῆς τῆς μὲν γὰρ ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθα εἶναι. καὶ πὰλιν ἐν τοῖς ἑξῆς τοῦ συγγράμματος, καὶ τὰ τῶν ὀργιξομένων πάθη, φησί, φαίνεται περὶ τὸν θώρακα γιγνόμενα, καὶ τὰ τῶν ἐρωντων. καὶ λοιπὸν οὐκ ἔτι παύεται περὶ τών παθῶν διαλεγόμενος, ὡς ἔν τε τῷ θώρακαι καὶ περὶ τὴν καρδίαν μάλιστα σθνίστασθαι φαινομένων. ὥστ’ ἔγωγε θαυμάζω τἀνδρὸς ὅπως τὸ κατ’ ἀρχὰς ὑφ’ ἑαυτοῦ γραφόμενον οὐκ ἐξήλειψεν, ἔνθα φηίν, οὐτ’ αἴσθησιν οὐδεμίαν ἐμφανῆ γίγνεσθαι, ποῦ τὸ κύριον τῆς ψυχπης μέρος, οὔτε τεκμήριον· οὐ γὰρ ⟨ἂν⟩ ἐπὶ τοσοῦτον διενεχθῆναι πρὸς ἀλλήλους ἰατρούς τε καὶ φιλοσόφους.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
