Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.904
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 7 (129) p. 315 M. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτ’ ἐναντιολογία Χρσίππου πρὸς ἑαυτὸν ——-ἐν δὲ τῷ παρόντι τῶν ῥῆσεων αὐτῶν ἐπιμνησθήσομαι μόνον ἐχουσῶν ὧδε· Ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτά, καθάπερ καὶ δεῖ ποιῆσαι. ——καὶ διὰ τῶν ἑξῆς δὲ προειπών, ἐν οἷς ὁ ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’ ἐπιφέρει· Ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, διὰ τούτων ἐμφαίνει· (Ξ 315) Οὐ γὰρ πώποτέ μ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνί στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν. εἶτ' ἐφεξῆς· Ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα· (Δ 24) Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. καὶ· (Σ 168) Χόλος, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.