# Fragmenta Logica et Physica 1.905

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.905

Galenus de Hipp. et Plat. plac. IV 1 (134) p. 331 M. εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτων ὁ Χρύσιππος ἔγραφε, καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων, οὐδ’ ἂν ἐμοὶ μακρὸς ὁ τῆς ἀντιλογίας ἐγίνετο λόγος. ἐπεὶ δ’ ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν αὑρίσκεται γράφων, οὐκ ἔτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμηνεῦσαι τἀνδρός, οὔθ’ ὅπῃ σφάλλεται δεικνύναι· περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπών, ὡς ὁ Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν καρδίαν πειρᾶταο τὰ τρία συνάγειν. ἔχουσι δὲ αἱ ῥήσεις ὧδε· Ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικόν, καθάπερ καὶ ἔδει ποιῆσαι. εἶτα ἐπιφέρων φησί· Ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται· Ἄλλο δ’ ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων. (Od. η 258) Ἀλλ’ ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. εἶτ' ἐφεξῆς ἔπη παραθέμενος πλείω, μετὰ ταῦτά φησιν· Ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει· (Il. Ξ 315) Οὐ γὰρ πώποτ’ ἔμ’ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε. καὶ μετ’ ὀλίγα πάλιν· Ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα· (Il. Δ 24) Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ ππροσηύδα. καὶ ἔτι· (Il. Σ 108) Καὶ χόλον, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι· Ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
