# Fragmenta Logica et Physica 1.909

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.909

Galenus de Hipp. et Plat. plac. III 8 (131) p. 321 M. ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράγει· Τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν. πρῶτον μὲν γὰρ ἡ Μήτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη· ᾗ τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν· διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν εὔλογον ἐν αὐτῷ παραπλησίαν τῆς τικτούσης μητρός· πρὸς δὲ τούτοις τὰ ὑπὸ τῶν ἐπιστημῶν τικτόμενα ἐν αὐτοῖς, τῶς [δʼ] ἂν ἐκπορεύοιτο καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοεῖν. φανερὸν γάρ, ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφαλήν, ἐξ ἴσου οὕτως τῆς κεφαλῆς λεγομένης, ὃν τρὸπον προβάτου κεφαλὴ λέγεται, καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων· καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι, τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων· καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν τὰ παραπλήσια ⟨ἄν⟩ τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλλάττοντες τὸν λόγον, ἐξελθεῖν ταύτῃ γινομένην ἄλλως ἔροιντο· ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην· τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον. αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
