Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.910
Not analysed yet
Philodemus de pietate c. 16 (DDG p. 549, 9). τινὰς δὲ τῶν Στωϊκῶν φάσκειν, ὅτι τὸ ἡγεμονικὸν ἐν τῇ κεφαλῇ· φρόνησιν γὰρ εἶναι, διὸ καὶ Μῆτιν καλεῖσθαι· Χρύσιππον δ’ ἐν τῷ στήθει τὸ ἡγεμονικὸν εἶναι κἀκεῖ τὴν Ἀθηνᾶν γεγονέναι φρόνησιν οὖσαν, τῷ δὲ τὴν φωνὴν ἐκ τῆς κεφαλῆς ἐκκρίνεσθαι, λέγειν ἐκ τῆς κεφαλῆς, ὑπὸ δὲ Ἡφαίστου διότι τέχνῃ γίνεθ’ ἡ φρόνησις, καὶ Ἀθηνᾶν μὲν οἷον Ἀθρηνᾶν εἰρῆσθαι, Τριτωνίδα δὲ καὶ Τριτογένειαν διὰ τὸ τὴν φρόνησιν ἐκ τριῶν συνεστηκέναι λόγων, τῶν φυσικῶν καὶ τῶν ἠθικῶν καὶ τῶν λογικῶν. καὶ τὰς ἄλλας δ’ αὐτῆς προσηγορίας καὶ τὰ φορή[ι]ματα μάλα καταχρύσως τῇ φρονήσει συνοικειοῖ. Cf. Origenes contra Celsum VIII 67 p. 792. ἵνα δὲ καὶ τροπολογῆται καὶ λέγηται φρόνησις εἶναι ἡ Ἀθηνᾶ etc.