Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.912
Not analysed yet
[Plutarchus] de fato cp. 11 p. 574d. capita Chrysippeae de fato disputationis enumerat κατὰ δὲ τὸν ἐναντίον (scil. λόγον) μάλιστα μὲν [καὶ] πρῶτον εἶναι δόξειε τὸ μηδὲν ἀναιτίως γίγνεσθαι, ἀλλὰ κατὰ προηγουμένας αἰτίας· δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον, σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα· τρίτον δὲ [τὰ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι] μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς ⟨σὺν⟩ θεῷ ὑπάρχουσα, ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα [δευτέρα] τρίτον (immo τέταρτον) δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές.